Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.90 Joseph. AJ 11.96 (English) >>Joseph. AJ 11.100

11.93τοῦτο γὰρ ἐπέστειλεν ἐν τάχει γενέσθαι Σαβάσηρον κελεύσας ἀναβάντα εἰς Ἱεροσόλυμα τῆς οἰκοδομίας τοῦ ναοῦ ποιήσασθαι πρόνοιαν. ὃς μετὰ τὸ λαβεῖν παρὰ Κύρου γράμματα, παραγενόμενος εὐθὺς τοὺς θεμελίους κατεβάλετο, καὶ ἐξ ἐκείνου τοῦ χρόνου κατασκευαζόμενος μέχρι καὶ τοῦ δεῦρο διὰ τὴν τῶν ἐχθρῶν κακοήθειάν ἐστιν ἀτελής. 11.94εἰ τοίνυν βούλεσθε καὶ δοκιμάζετε, γράψατε ταῦτα Δαρείῳ, ὅπως ἐπισκεψάμενος τὰ τῶν βασιλέων ὑπομνήματα εὕρῃ μηδὲν ἡμᾶς ὧν λέγομεν καταψευσαμένους.” 11.95

Ταῦτʼ εἰπόντων τοῦ τε Ζοροβαβήλου καὶ τοῦ ἀρχιερέως Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν μὲν οἰκοδομίαν ἐπισχεῖν οὐ διέγνωσαν ἕως ἂν ταῦτα δηλωθῇ Δαρείῳ, παραχρῆμα δʼ αὐτῷ περὶ τούτων ἔγραψαν. 11.96τῶν δὲ Ἰουδαίων κατεπτηχότων καὶ δεδιότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ τῆς τῶν Ἱεροσολύμων καὶ τοῦ ναοῦ κατασκευῆς, ὄντες κατὰ τὸν καιρὸν ἐκεῖνον δύο προφῆται παρʼ αὐτοῖς Ἀγγαῖος καὶ Ζαχαρίας θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ἐκ τῶν Περσῶν ὑφορᾶσθαι δύσκολον, ὡς τοῦ θεοῦ ταῦτα προλέγοντος. πιστεύοντες δὲ τοῖς προφήταις ἐντεταμένως εἴχοντο τῆς οἰκοδομίας μηδεμίαν ἡμέραν ἀνιέμενοι. 11.97

Δαρεῖος δὲ τῶν Σαμαρειτῶν αὐτῷ γραψάντων καὶ κατηγορούντων διὰ τῆς ἐπιστολῆς τῶν Ἰουδαίων, ὡς τήν τε πόλιν ὀχυροῦσι καὶ τὸν ναὸν φρουρίῳ προσεοικότα μᾶλλον ἱερῷ κατασκευάζουσιν, λεγόντων δὲ μὴ συνοίσειν αὐτῷ τὰ γινόμενα καὶ προσέτι τὰς ἐπιστολὰς ἐπιδεικνύντων τὰς Καμβύσου, διʼ ὧν ἐκώλυσεν ἐκεῖνος οἰκοδομεῖν τὸν ναόν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.90 Joseph. AJ 11.96 (English) >>Joseph. AJ 11.100

Powered by PhiloLogic